TLG 2428 002 :: THRASYLLUS :: Fragmenta

THRASYLLUS Hist., fiq Thrasyllus Astrol.
(Mendesicus: A.D. 1?)

Fragmenta

Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 502–504.

frr. 1–6

Citation: Fragment — (line)

t1

ΠΕΡΙ ΛΙΘΩΝ. [ΘΡᾼΚΙΚΑ.]

1

Plutarchus De fluv. 11: Παράκεινται δ’ αὐτῷ (τῷ Στρυμῶνι) ὄρη Ῥοδόπη καὶ Αἷμος. Οὗτοι ἀδελφοὶ τυγχάνοντες, καὶ εἰς ἐπιθυμίαν ἀλλήλων ἐμπεσόντες, ὁ μὲν αὐτὴν Ἥραν προσηγόρευσεν, ἡ δὲ τὸν ἀγαπώ‐
5μενον Δία, μισοπονήρως. Οἱ δ’ ἀτιμούμενοι θεοὶ τὴν πρᾶξιν βαρέως ἐνεγκόντες, εἰς ὁμώνυμα ὄρη μετέβαλον ἀμφοτέρους. Γεννῶνται δ’ ἐν αὐτοῖς λίθω, Φιλάδελφοι λεγόμενοι, κόρακος τὴν χρόαν, ἀνθρωπόμιμοι· οὗτοι τεθέντες χωρὶς ἀλλήλων, καὶ ὀνομασθέντες, διαλύονται
10παραχρῆμα καὶ ἰδίᾳ· καθὼς ἱστορεῖ Θράσυλλος Μεν‐ δήσιος ἐν γʹ Περὶ λίθων· μέμνηται δὲ τούτων ἀκρι‐ βέστερον ἐν τοῖς Θρᾳκικοῖς.

t2-3

ΑΙΓΥΠΤΙΑΚΑ.

2

Idem ib. c. 16: Νεῖλος ποταμός ἐστι τῆς Αἰγύ‐ πτου, κατὰ πόλιν Ἀλεξάνδρειαν. Ἐκαλεῖτο δὲ πρότε‐ ρον Μέλας ἀπὸ Μέλανος τοῦ Ποσειδῶνος· ὕστερον δ’ Αἴγυπτος ἐπεκλήθη δι’ αἰτίαν τοιαύτην· Αἴγυπτος,
5Ἡφαίστου καὶ Λευκίππης παῖς, βασιλεὺς ὑπῆρχε τῶν τόπων· δι’ ἐμφύλιον δὲ πόλεμον μὴ ἀναβαίνοντος τοῦ Νείλου, καὶ λιμῷ συνεχομένων τῶν ἐγχωρίων, ἔχρη‐ σεν ὁ Πύθιος τὴν εὐφορίαν, ἐὰν ὁ βασιλεὺς ἀποτρόπαιον θεοῖς τὴν θυγατέρα θύσῃ. Θλιβόμενος δὲ ὑπὸ τῶν κα‐
10κῶν ὁ τύραννος, τοῖς βωμοῖς Ἀγανίππην προσήγαγε. Τῆς δὲ διασπασθείσης, ὁ Αἴγυπτος δι’ ὑπερβολὴν τῆς λύπης ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Μέλανα, ὃς ἀπ’ αὐ‐ τοῦ Αἴγυπτος μετωνομάσθη. Προσηγορεύθη δὲ Νεῖλος δι’ αἰτίαν τοιαύτην· Γαρμαθώνη, τῶν κατ’ Αἴγυπτον
15βασίλισσα τόπων, ἀποβάλλουσα τὸν υἱὸν αὐτῆς, Χρυ‐ σοχόαν, ἀκμῇ ἔφηβον, μετὰ τῶν οἰκετῶν ἐθρήνει συμ‐ παθῶς τὸν προειρημένον. Ἴσιδος δ’ αἰφνιδίως ἐπιφα‐ νείσης, τὴν λύπην πρὸς καιρὸν ὑπερέθετο, καὶ προσποιη‐ τὴν χάριν σκηψαμένη, τὴν θεὸν ὑπεδέξατο φιλανθρώ‐
20πως. Ἡ δὲ τὴν διάθεσιν τούτων ἀμείψασθαι βουλομένη τῆς εὐσεβείας. Ὄσιριν παρεκέλευσεν, ὅπως ἀγάγῃ τὸν υἱὸν αὐτῆς ἐκ τῶν καταχθονίων τόπων. Τούτου δὲ ταῖς δεήσεσι τῆς γυναικὸς συμπεριενεχθέντος, Κέρβερος, ὃν ἔνιοι καλοῦσι Φοβερὸν, ὑλάκτησε· Νεῖλος δὲ, τῆς Γαρ‐
25μαθώνης ἀνὴρ, αἰφνιδίως ἔνθεος γενόμενος, ἑαυτὸν ἔρ‐ ριψεν εἰς ποταμὸν καλούμενον Αἴγυπτον· ὃς ἀπ’ αὐτοῦ Νεῖλος μετωνομάσθη. Γεννᾶται δ’ ἐν αὐτῷ λίθος, κυάμῳ παρόμοιος, ὃν ἂν κύνες ἴδωσιν, οὐχ ὑλακτοῦσι· ποιεῖ δὲ πρὸς τοὺς δαιμονιζομένους· ἅμα γὰρ προστεθῆναι ταῖς
30ῥισὶν, ἀπέρχεται τὸ δαιμόνιον. Γεννῶνται δὲ καὶ ἄλλοι λίθοι, Κόλλωτες καλούμενοι· τούτους κατὰ τὴν ἀσέβειαν τοῦ Νείλου συλλέγουσαι χελιδόνες κατασκευάζουσι τὸ προσαγορευόμενον Χελιδόνιον τεῖχος· ὅπερ ἐπέχει τοῦ ὕδατος τὸν ῥοῖζον, καὶ οὐκ ἐᾷ κατακλυσμῷ φθείρεσθαι502
35τὴν χώραν· καθὼς ἱστορεῖ Θράσυλλος ἐν τοῖς Αἰγυπτια‐ κοῖς.

3

Clemens. Strom. I: Γίνεται ἡ ἔξοδος (sc. τῶν Ἰουδαίων) κατὰ Ἴναχον πρὸ τῆς Σωθιακῆς περιόδου ἐξελθόντος ἀπ’ Αἰγύπτου Μωυσέως ἔτεσι πρότερον τριακοσίοις τεσσαράκοντα εʹ.
5 Ἀπὸ δὲ τῆς Μωυσέως στρατηγίας, καὶ Ἰνάχου ἐπὶ τὸν Δευκαλίωνος κατακλυσμὸν, τὴν δευτέραν λέγω ἐπομβρίαν, καὶ ἐπὶ τὸν Φαέθοντος ἐμπρησμὸν, ἃ δὴ συμ‐ βαίνει κατὰ Κρότωπον, γενεαὶ τέσσαρες ἀριθμοῦνται· εἰς μέντοι τὰ ἑκατὸν ἔτη τρεῖς ἐγκαταλέγονται γενεαί.
10 Ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἐπὶ τὸν Ἴδης ἐμπρησμὸν καὶ τὴν εὕρησιν τοῦ σιδήρου καὶ Ἰδαίους Δακτύλους, ἔτη ἑβδομήκοντα τρία, ὥς φησι Θράσυλλος. Καὶ ἀπὸ Ἴδης ἐμπρησμοῦ ἐπὶ Γανυμήδους ἁρπαγὴν, ἔτη ἑξήκοντα πέντε.
15 Ἐντεῦθεν δὲ ἐπὶ τὴν Περσέως, στρατείαν ὅτε καὶ Γλαῦκος ἐπὶ Μελικέρτῃ τὰ Ἴσθμια ἔθηκεν, ἔτη πεντε‐ καίδεκα. Ἀπὸ δὲ Περσέως στρατείας ἐπὶ Ἰλίου κτίσιν, ἔτη τριάκοντα τέσσαρα.
20 Ἐντεῦθεν ἐπὶ τὸν εἴσπλουν τῆς Ἀργοῦς, ἔτη ἑξήκοντα τέσσαρα. Ἐκ τούτου ἐπὶ Θησέα καὶ Μινώταυρον, ἔτη τριά‐ κοντα δύο. Εἶτα ἐπὶ τοὺς ἑπτὰ ἐπὶ Θήβαις, ἔτη δέκα.
25Ἐπὶ δὲ τὸν Ὀλυμπίασιν ἀγῶνα ὃν Ἡρακλῆς ἔθηκεν ἐπὶ Πέλοπι, ἔτη τρία. Εἴς τε τὴν Ἀμαζόνων εἰς Ἀθήνας στρατείαν καὶ τὴν Ἑλένης ὑπὸ Θησέως ἁρπαγὴν, ἔτη ἐννέα. Ἐντεῦθεν ἐπὶ τὴν Ἡρακλέους ἀποθέωσιν, ἔτη ἕνδεκα.
30 Εἶτα ἐπὶ τὴν Ἑλένης ὑπὸ Ἀλεξάνδρου ἁρπαγὴν, ἔτη τέσσαρα. [Εἶτα ἐπὶ τὴν Τροίας ἅλωσιν, ἔτη εἴκοσι.] Ἀπὸ δὲ Τροίας ἁλώσεως ἐπὶ τὴν Αἰνείου κάθοδον καὶ κτίσιν Λαουινίου, ἔτη δέκα.
35 Ἐπί τε τὴν Ἀσκανίου ἀρχὴν, ἔτη ὀκτώ. Καὶ ἐπὶ τὴν Ἡρακλειδῶν κάθοδον, ἔτη ἑξήκοντα ἕν· ἐπί τε τὴν Ἰφίτου ὀλυμπιάδα, ἔτη τριακόσια τριάκοντα
ὀκτώ.503

t4-6

ΤΑ ΠΡΟ ΤΗΣ ΑΝΑΓΝΩΣΕΩΣ ΤΩΝ ΔΗΜΟ‐ ΚΡΙΤΟΥ ΒΙΒΛΙΩΝ.

4

Diogenes L. IX, 41: Γέγονε δὲ τοῖς χρόνοις, ὡς αὐτός φησιν ἐν τῷ μικρῷ Διακόσμῳ, νέος κατὰ πρε‐ σβύτην Ἀναξαγόραν, ἔτεσιν αὐτοῦ νεώτερος τετταρά‐ κοντα. Συντετάχθαι δέ φησι τὸν μικρὸν Διάκοσμον
5ἔτεσιν ὕστερον τῆς Ἰλίου ἁλώσεως τριάκοντα καὶ ἑπτα‐ κοσίοις. Γεγόνοι δ’ ἂν, ὡς μὲν Ἀπολλόδωρος ἐν Χρονι‐ κοῖς, κατὰ τὴν ὀγδοηκοστὴν Ὀλυμπιάδα· ὡς δὲ Θρα‐ σύλος ἐν τῷ ἐπιγραφομένῳ Τὰ πρὸ τῆς ἀναγνώσεως τῶν Δημοκρίτου βιβλίων, κατὰ τὸ τρίτον ἔτος τῆς
10ἑβδόμης καὶ ἑβδομηκοστῆς Ὀλυμπιάδος, ἐνιαυτῷ, φησὶ, πρεσβύτερος ὢν Σωκράτους.

5

Idem IX, 36: Δοκεῖ δὲ (Δημόκριτος), φησὶ, καὶ Ἀθήναζε ἐλθεῖν καὶ μὴ σπουδάσαι γνωσθῆναι, δόξης καταφρονῶν. Καὶ εἰδέναι μὲν Σωκράτην, ἀγνοεῖσθαι δὲ ὑπ’ αὐτοῦ· «Ἦλθον γὰρ, φησὶν, ἐς Ἀθήνας καὶ
5οὔτις με ἔγνωκεν.» «Εἴπερ οἱ Ἀντερασταὶ Πλάτωνός εἰσι,» φησὶ Θρασύλος, «οὗτος ἂν εἴη ὁ παραγενόμε‐ νος ἀνώνυμος, τῶν περὶ Οἰνοπίδην καὶ Ἀναξαγόραν ἕτερος, ἐν τῇ πρὸς Σωκράτην ὁμιλίᾳ διαλεγόμενος περὶ φιλοσοφίας, ᾧ, φησὶν, ὁ φιλοσόφος ὡς πεντάθλῳ
10ἔοικεν.»

6

Idem IX, 38: Δῆλον δὲ κἀκ τῶν συγγραμμάτων οἷος ἦν (Δημόκριτος). Δοκεῖ δὲ, φησὶν ὁ Θρασύλος, ζηλωτὴς γεγονέναι καὶ τῶν Πυθαγορικῶν· ἀλλὰ καὶ αὐτοῦ Πυθαγόρου μέμνηται, θαυμάζων αὐτὸν ἐν τῷ
5ὁμωνύμῳ συγγράμματι. Πάντα δὲ δοκεῖ παρὰ τούτου λαβεῖν καὶ αὐτοῦ δ’ ἂν ἀκηκοέναι, εἰ μὴ τὰ τῶν χρό‐
νων ἐμάχετο.504